Перевод: со всех языков на английский

с английского на все языки

εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος

  • 1 ἄκος

    1 remedy met.

    καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει N. 3.18

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος i. e. wine Pae. 4.26

    Lexicon to Pindar > ἄκος

  • 2 ἄρουρα

    ᾰρουρα (-α, -ας, -αν; -αι, -αις, -αισιν))
    a soil, earth pl. fields ἂν δ' εὐθὺς ἁρπάξαις ἀρούρας δεξιτερᾷ προτυχὸν ξένιον μάστευε δοῦναι” (= βώλακα v. 37) P. 4.34

    τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν ἄγχι καρποφόροις ἀρούραισιν N. 6.9

    ἐν σχερῷ δ' οὔτ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι N. 11.39

    εἰ καί τι Διωνύσου ἄρο[υρ]α φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    b generally, lands, estates εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει i. e. the land of Akragas O. 2.14

    ὁμιλέων παρ' οἰκείαις ἀρούραις O. 12.19

    καὶ ἐν ἀλλοδαπαῖς σπέρμ' ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες (Hermann: - αισι codd.) P. 4.255 ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα νικῶν ξένου Λάκωνος Ὀρέστα (ἐν τοῖς Πυθίοις. Σ.) P. 11.15 Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν Aigina N. 5.8

    γαρύσομαι τὰν Ἀσωποδώρου πατρὸς αἶσαν Ἐρχομενοῖό τε πατρῴαν ἄρουραν I. 1.35

    ἔιδεν οὔτε πατρωίαις ἐν ἀρού[ραις] ἵππους Μυρμιδόνων in Phthia Pae. 6.106
    c met.

    ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἢ Χαρίτων ἀναπολίζομεν P. 6.2

    Lexicon to Pindar > ἄρουρα

  • 3 φέρω

    φέρω (φέρεις, -ει, -οντι, -οισιν: φέρε, -έτω; -οις, -οι; -ων, -οιςα), -οισαν; -ειν: fut. οἴσει; -ειν: impf. ( φερεν), φέρομεν, φέρον: aor. ἔνεικε), ἔνεικεν; ἐνεῖκαι: pf. ἤνεγκε): med. & pass., φέρεται, -ονται; -εσθαι.)
    a bring, carry
    I lit.,

    Ἀχιλλέα τ' ἔνεικ μάτηρ O. 2.79

    ἐλαίας, τάν ποτε Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας O. 3.14

    καὶ ἔνεικεν Λοκρῷ (sc. αὐτάν) O. 9.59

    πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν Παλλὰς ἤνεγκ O. 13.66

    ἔλθ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ' ἄγγελίαν O. 14.21

    πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα P. 1.24

    τόδε φέρων μέλος ἔρχομαι P. 2.3

    καί ῥά μιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι P. 3.45

    φέρομεν νώτων ὕπερ γαίας ἐρήμων ἐννάλιον δόρυP. 4.26

    ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι P. 4.216

    ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν (v. l. ἔνεγκέ) P. 9.6 καὶ μέλλεις ὑπὲρ πόντου Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι” (sc. Κυράναν) P. 9.53 παῖδα ὃν κλυτὸς Ἑρμᾶς εὐθρόνοις ὥραισι καὶ Γαίᾳ οἴσειP. 9.61 ποικίλον κάρα δρακόντων φόβαισιν ἤλυθε νασιώταις λίθι- νον θάνατον φέρων (sc. Περσεύς) P. 10.48 ἔρνεα πρῶτος λτ;ἔνεικενγτ; ἀπ' Ἀλφεοῦ (supp. Bergk: om. codd.) N. 6.18 σεμνῶν γονάτων ἅπτομαι, φέρων Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν (cf. P. 2.3) N. 8.14

    λάμβανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν I. 5.62

    σὲ δ' ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο (sc. Ζεύς) I. 8.21 ]φέρει λαιλ[α fr. 1a.

    ἐς Τροία[ν ] ἤνεγκε[ Pae. 6.76

    τὰν δὲ (sc. ἵππον) πρυμνὸν κεφαλᾶς ὀδὰξ αὐχένα φέροισαν fr. 169. 32.
    II met.

    ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει P. 1.36

    καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει N. 3.18

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.34

    ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει I. 1.63

    μόχθος ἡσυχίαν φέρει, καιρῷ καταβαίνων Pae. 2.33

    πολέμοιο δὲ σᾶμα φέρεις τινός, ἢ καρποῦ φθίσιν; (sc. ἀκτὶς ἀελίου, of an eclipse of the sun)

    Πα.. 13. σέ τ, Ὀλυμπιόνικε, φέρειν γῆρας εὔθυμον ἐς τελευτάν O. 5.22

    III med. met., bring with one

    φαντί γε μὰν οὕτω κ' ἀνδρὶ παρμονίμαν θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι P. 7.21

    b
    I bear, produce of land, simm.

    δένδρεά τ' οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον N. 11.41

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    ὅσα ἀγλαὰ χθὼν πόντου τε ῥιπαὶ φέροισιν fr. 220. 3. met.,

    ἔργα δὲ ζώοισιν ἑρπόντεσσί θ' ὁμοῖα κέλευθοι φέρον O. 7.52

    II in general, give proof of, show, display

    ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν καιρόν O. 2.53

    Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος O. 10.17

    φαμὶ διδασκαλίαν Χίρωνος οἴσεινP. 4.102

    ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων P. 6.29

    αὔξων δὲ πάτραν Μειδυλιδᾶν, λόγον φέρεις, τὸν ὅνπερ αἰνίξατο P. 8.38

    οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες N. 3.30

    προθύροισιν δ' Αἰακοῦ ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν (Wil.: φέρειν codd.) N. 5.54 τὸ καὶ νῦν φέρει λόγον ( ἔχει λόγον Σ paraphr.) I. 8.61

    χρὴ δ' ἄνδρα τοκεῦσιν φέρειν βαθύδοξον αἶσαν Pae. 2.57

    c win

    ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64

    καὶ ψυχρᾶν ὁπότ' εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνᾳ φέρε O. 9.98

    Δόρυκλος δ' ἔφερε πυγμᾶς τέλος O. 10.67

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει I. 1.40

    φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου I. 7.21

    d support, endure

    τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν P. 3.82

    φέρειν δ' ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν ἀρήγει P. 2.93

    σοφοὶ δέ τοι κάλλιον φέροντι καὶ τὰν θεόσδοτον δύναμιν P. 5.13

    e carry of seed, progeny

    καὶ φέροισα σπέρμα θεοῦ καθαρόν P. 3.15

    ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν, σπέρμ' ἀδείμαντον φέρων Ἡρακλέος N. 10.17

    ὑπὸ σπλάγχ[νοις] φέροισα τόνδ' ἀνέῤ Πα. 8A. 19.
    f bear, maintain

    ἀδελφεοῖσί τ' ἐπαινήσομεν ἐσλοῖς, ὅτι ὑψοῦ φέροντι νόμον Θεσσαλῶν αὔξοντες P. 10.70

    ἀτὰρ γένος αἰεὶ φέρει τοῦτό οἱ γέρας (v. l. φέρεν) N. 7.39
    g bring (to bear)

    φέροις δὲ Πρωτογενείας ἄστει γλῶσσαν O. 9.41

    ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν P. 4.278

    λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν ἀντίον N. 1.24

    Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν N. 3.28

    χρὴ νιν (= ἀρετάν)

    εὑρόντεσσιν ἀγάνορα κόσμον μὴ φθονεραῖσι φέρειν γνώμαις I. 1.44

    pass., εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν “verbreitet es sich,” Dornseiff P. 1.87 ἀλλοτρίοισιν μὴ προφαίνειν, τίς φέρεται μόχθος ἄμμιν fr. 42. 1.
    h fragg. ]

    φέρεσθαι Pae. 2.43

    φερον[ fr. 260. 13. ] ινελεων φέρων ?fr. 334b. 11.

    Lexicon to Pindar > φέρω

  • 4 εἰ

    εἰ ( κεἴ fr. 4; repeated P. 9.93; followed by different moods P. 4.264f.; by different tenses N. 11.13f.; for εἴ τις also v. τις.) A conditional.
    1 c. pres. ind.
    a impv. in apodosis.

    εἰ δ' ἄεθλα γαρύεν ἔλδεαι, φίλον ἧτορ, μηκέτ ἀελίου σκόπει ἄλλο θαλπνότερον O. 1.3

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος ΟἰνομάουO. 1.75

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει, μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.23

    εἰ δέ τοι μάτρῳ μἔτι Καλλικλεῖ κελεύεις στάλαν θέμεν, ἐμὰν γλῶσσαν εὑρέτω κελαδῆτιν N. 4.79

    εἰ δὲ Θεμίστιον ἵκεις ὥστ' ἀείδειν, μηκέτι ῥίγει N. 5.50

    b pres. ind. in apodosis. (cf. A. 1. h. infra.)

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λτ;τιγτ; λαθέμεν ἔρδων, ἁμαρτάνει O. 1.64

    εἰ δ' ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ Θήρων ἅπτεται Ἥρακλέος σταλᾶν ( νῦν γε v. l.: εἰ has comparative force, just as) O. 3.42

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει, παλαιμονεῖ κενεά P. 2.58

    εἰ δὲ ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων P. 3.80

    εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ P. 3.103

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλει” with temporal force P. 4.145 διδοῖ (sc. ἡ δρῦς) ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον ἢ μόχθον ἀμφέπει ( ἀμφέπῃ coni. Heyne: εἰ has temporal force) P. 4.266εἰ μὲν αὐτὸς Οὔλυμπον θέλεις λτ;ναίεινγτ;, ἔστι σοι τούτων λάχοςN. 10.83

    εἰ δ' ἀρετᾷ κατάκειται, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις I. 1.41

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, ἄλλοισι δ' ἐμπίπτων γελᾷ, ψυχὰν Ἀίδα τελέων οὐ φράζεται δόξας ἄνευθεν I. 1.67

    εἰ δέ τις ἀρκέων φίλοις ἐχθροισι τραχὺς ὑπαντιάζει, μόχθος ἡσυχίαν φέρει Pae. 2.31

    c fut. ind. in apodosis, where εἰ has causal force.

    ἀγγελίαν πέμψω ταύταν, εἰ Χαρίτων νέμομαι κᾶπον O. 9.26

    εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, ἐρέωP. 9.50
    d opt. c. κε in apodosis, i. e. potential.

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε N. 7.86

    εἰ δὲ κασιγνήτου πέρι μάρνασαι, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών N. 10.85

    e impf. ind. in apodosis.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    f pres. ind. understood in apodosis.

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι I. 3.1

    τὰ μακρὰ δ' εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν I. 7.43

    g apodosis omitted.

    εἰ δὲ τις οἶδεν τὸ μέλλον, ὅτι O. 2.56

    h pres. ind. understood in protasis.
    a ind. pres. in apodosis.

    ἄνεται πάντα βροτοῖς, εἴ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα ἀναβάλλομαι N. 9.28

    II impf. ind. c. κε in apodosis. ἤθελον Χίρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθ' κοινὸν εὔξασθαι ἔπος, ζώειν where the subordinate clause is parenthetic P. 3.2
    III impv. in apodosis. οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ' ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω i. e. whether — or P. 9.93
    2 c. fut. ind., imperative in apodosis.

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τ' ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, θνατὰ μεμνάσθω περιστέλλων μέλη N. 11.13

    cf. E infra O. 7.1
    3 c. impf. ind.
    a pres. ind. in apodosis.

    εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται N. 7.74

    b κεν c. aor. ind. in apodosis.

    εἰ δὲ σώφρων ἄντρον ἔναἰ ἔτι Χίρων καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν, ἰατῆρά τοί κέν μιν πίθον παρασχεῖν P. 3.63

    εἰ δ' ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων θαμά κε, τῷδε μέλει κλιθείς, ὕμνον κελάδησε καλλίνικον N. 4.13

    εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πρὸ πόνων δέ κε μεγάλων Δαρδανίαν ἔπραθεν, εἰ μὴ φύλασσεν Ἀπόλλων Pae. 6.91

    4 c. aor. ind.
    a impv. in apodosis. φόρμιγγα λάμβαν, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν (with causal force) O. 1.18 εἰ δ' ἐγὼ ἀνέδραμον ὕμνῳ, μὴ βαλέτω με φθόνος concessive Schr. O. 8.54 v. also A. 2 supra, N. 11.13
    b pres. ind., expressed or understood, in apodosis. εἰ δ' ἐτύμως μάτρωες ἄνδρες ἐδώρησαν Ἑρμᾶν εὐσεβέως, κεῖνος κραίνει σέθεν εὐτυχίαν (with causal force) O. 6.77 Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν φωνὰν ὑπάργυρον, ἄλλοτ' ἄλλᾳ ταρασσέμεν with causal force P. 11.41 εἰ δ' ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφανέος, οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὕπερ Ἡρακλέος περᾶν εὐμαρές ( concessive Schr.) N. 3.19 νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν (concessive, cf. O. 8.54) N. 7.75εἴ ποτ' ἐμᾶν, ὦ Ζεῦ πάτερ, θυμῷ θέλων ἀρᾶν ἄκουσας, νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις λίσσομαι” (cf. O. 1.75) I. 6.42
    c impf. ind. in apodosis.

    εἰ τιν' ἄνδρα ἐτίμασαν, ἦν Τάνταλος οὗτος O. 1.54

    d aor. ind. c. ἄν, κε in apodosis.

    τεά κεν ἀκλεὴς τιμὰ κατεφυλλορόησεν ποδῶν, εἰ μὴ στάσις σ' ἄμερσε πάτρας O. 12.16

    εἰ κατέβαν, ἐξικόμαν κε P. 3.73

    εἰ γὰρ οἴκοι νιν βάλε, τετράτων παίδων κ' ἐπιγεινομένων αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43
    e apodosis dub. εἴ τις (codd.: τίς Homan, εἰ expungens) — αἰνὰν ὕβριν ἀπέφυγεν, μέλανος ἂν ἐσχατιὰν καλλίονα θανάτου λτ;στείχοι> (coni. Wil.: μέλανος δ' ἂν ἐσχατιὰν καλλίονα θάνατον ἐν codd.: θάνατόν γἔσχε Boeckh: locus conclamatus, v. van Groningen, Mnem., 1947, 233) P. 11.55
    5 c. pres. subj., pres. ind. in apodosis. [ αἰσχύνῃ (codd.: αἰσχύνοι Mosch. v. A. 10 infra) P. 4.264] [ ἀμφέπει (codd.: ἀμφέπῃ Heyne v. A. 1. b supra) P. 4.266] δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον, εὐανθεῖ σὺν ὄλβῳ εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ (v. 1. ἀκούσῃ: sic distinxit Hartung, post ὄλβῳ, edd. vulgo. The condition is strictly illogical, and εἰ ἀκούῃ stands in explanatory apposition to δύο μοῦνα) I. 5.13
    6 c. aor. subj.
    a pres. or pf.-pres. in apodosis.

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    [ ἐξερείψῃ ( κεν) (coni. Boeckh, Bergk: ἐξερείψαι κε codd.: ἐξερείψειεν Thiersch) P. 4.264] διδοῖ ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον ἢ μόχθον ἀμφέπει (codd.: ἀμφέπῃ Heyne) P. 4.266

    δυσπαλὲς δὴ γίνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274

    ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς ( εἰ ἀοιδαῖς stands in explanatory apposition to ἑνὶ σὺν τρόπῳ) N. 7.15 εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσω-

    θεν N. 9.46

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι ( εἰ τι stand in explanatory apposition to τοῦτο) I. 4.41 [ ἀκούσῃ (v. 1. ἀκούῃ. cf. A. 5 supra) I. 5.13] εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ἀτληκηκοτας προστύχῃ, ταύταν σκότει κρύπτειν ἔοικεν fr. 42. 5.
    b aor. ind. in apodosis.

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε N. 7.11

    7 c. pres. opt. a. pres. ind. expressed or understood in apodosis.

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται O. 11.4

    εἰ γάρ τις ἐξερείψειεν (Thiersch: ἐξερείψαι κε codd.) —, αἰσχύνοι δὲ (Mosch.: αἰσχύνῃ codd.) —, —

    διδοῖ ψᾶφον περ' αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    οὐ γάρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    b κεν c. opt. in apododis.

    εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ O. 6.4

    εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι, ἐν τίν κ ἐθέλοι N. 7.89

    c fut. ind. in apodosis.

    εἰ δὲ δαίμων γενέθλιος ἕρποι, Δὶ τοῦτ' ἐκδώσομεν πράσσειν O. 13.105

    8 c. aor. opt., pres. ind. in apodosis.

    εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι κλείζειν O. 1.108

    καιρὸν εἰ φθέγξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων P. 1.81

    εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, ἐλπίδ' ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω P. 3.110

    ἐξερείψειεν (Thiersch: ἐξερείψαι κε codd. v. A. 10. infra) P. 4.263

    πάντ' ἔχεις, εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν I. 5.15

    9 c. pf. ind.
    a pres. ind. in apodosis.

    εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ P. 8.73

    b pres. opt. in apodosis.

    εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι αὐτόθεν ἅλμαθ ὑποσκάπτοι τις N. 5.19

    c impv. in apodosis.

    εἰ δὲ τέτραπται, μὴ φθόνει κόμπον I. 5.22

    [
    10 dub. c. κε and opt., ind. in apodosis. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψαι κεν (codd.: ἐξερείψειεν Thiersch: ἐξερείψῃ μὲν Hermann) —, αἰσχύνοι δὲ (Mosch.: αἰσχύνῃ codd.) —, — διδοῖ ψᾶφον περ' αὐτᾶς (κε is held to be highly improbable) P. 4.264]
    12 εἴ τις, with following verb suppressed. λάγεταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος above all men P. 3.86 cf. O. 1.54 B εἰ καί, concessive. εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος, ἄνιππός εἰμι Πα. 4. 25, cf. εἰ concessive O. 8.54, N. 3.20, N. 7.75 C introducing indirect question, c. ind.

    γνῶναί τ' ἔπειτ, ἀρχαῖον ὄνειδος εἰ φεύγομεν, Βοιωτίαν ὗν O. 6.90

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον O. 8.4

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι N. 7.69

    D εἰ γάρ, introducing a wish, c. opt.; cf. conditional

    εἰ γάρ P. 4.43

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ γέρας τό περ νῦν N. 7.98

    E ὡς εἰ, in temporal comparisons; v. also

    ὡσείτε. φιάλαν ὡς εἴ τις δωρήσεται νεανίᾳ γαμβρῷ, καὶ ἐγὼ νέκταρ χυτὸν πέμπων ἱλάσκομαι O. 7.1

    F frag. ] εἰ δέ μοι[ fr. 60. a. 3. ὡς εἴ τε v. ὡσείτε. εἴ περ v. εἴπερ.

    Lexicon to Pindar > εἰ

  • 5 τις

    τῐς (τις, τινός, τινί, τινα), τινές; τι, τινί, τι.) A subs.
    1 anyone, anything
    a εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν (τι supp. byz., om. codd.: κε Turyn.: λελαθέμεν Mommsen) O. 1.64 τά κέ τις ἀνώνυμον γῆρας ἕψοι; O. 1.82 τί δέ τις; τί δ' οὔ τις; P. 8.95

    συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει N. 3.40

    ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.71

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.32

    μαθὼν δέ τις ἀνερεῖ N. 7.68

    ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν N. 8.19

    ἐμπείρων δέ τις ταρβεῖ fr. 110.
    b c. neg.

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν εὗρεν O. 12.7

    πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς μή τινα λειπόμενον μένειν P. 4.185

    μήτ' ὦν τινι πῆμα πορών P. 4.297

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν P. 5.54

    οὔτε τι μεμπτὸν οὔτ' ὦν μεταλλακτόν (sc. τῶν ἐπὶ ταῖς τραπέζαις) fr. 220. 1.
    c c. gen.

    ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν O. 1.52

    add. neg., O. 12.7, P. 1.49, P. 3.103, fr. 109.
    2 someone, something
    a

    τὰ δ' ἀλιτρὰ κατὰ γᾶς δικάζει τις O. 2.59

    ἄπονον δ' ἔλαβον χάρμα παῦροί τινες O. 10.22

    ἔπορε μόχθῳ βραχύ τι τερπνόν O. 10.93

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα (codd.: ποίνιμος coni. Spiegel) P. 2.17 [ τινες ἑλκόμενοι (coni. Sheppard: τινος codd.) P. 2.90]

    ἤ τινα Λατοίδα κεκλημένον ἢ πατέρος P. 3.67

    ὁ δὲ καλόν τι νέον λαχὼν P. 8.88

    τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν P. 9.89

    ἐμὲ δ' οὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος P. 9.103

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει τὸ δ οὔπω P. 12.31

    ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν N. 3.32

    ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.23

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον I. 8.8

    ὁ δὲ καλόν τι πονήσαις Pae. 2.66

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; Pae. 9.6

    μνάσει δὲ καί τινα ναίο[ν]θ' ἑκὰς ἡρωίδος θεαρίας (may refer to a particular person or generally to absentees, Lobel) Πα. 1. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος fr. 217. c. impv.,

    μακρά μοι αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις N. 5.20

    ἐγκιρνάτω τίς μιν N. 9.50

    μαρνάσθω τις I. 5.54

    Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων ἀνεγειρέτω κῶμον I. 8.1

    cf. fr. 109, I. 8.66, Pae. 1.2
    b c. gen.

    ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων O. 1.47

    εἰ δέ τις ἤδη λέγει ἕτερόν τιν' ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον P. 2.60

    ὀπιζομένων δ' ἔμπας τις εἶπεν καὶ τόδε P. 4.86

    καί τινα σὺν πλαγίῳ ἀνδρῳν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ (v. Radt, Mnem., 1966, 169) N. 1.64

    ποντίαν χρυσαλακάτων τινὰ Νηρείδων πράξειν ἄκοιτιν N. 5.36

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.66

    πλέον τι λαχών (sc. Ζεύς) fr. 35a. τῶ[ν.. Λο]κρῶν τις fr. 140b. 4.
    3
    a εἴ τις, cf. B. c, C. a.

    εἰ δέ μιν ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει O. 5.23

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    φιάλαν ὡς εἴ τις δωρήσεται O. 7.1

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι O. 11.4

    ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει P. 2.58

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    εἰ γάρ τις ὄζους ἐξερείψειεν P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    εἰ γάρ τις ἐσλὰ πέπαται P. 8.73

    εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις P. 9.93

    εἴ τις ἄκρον ἑλὼν ὕβριν ἀπέφυγεν ( εἴ τις codd.: τίς Homan) P. 11.55

    εἰ δὲ τύχῃ τις ἔρδων N. 7.11

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον I. 1.67

    εἴ τις ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    τὰ μακρὰ δ' εἴ τις παπταίνει I. 7.43

    εἰ δέ τις ἀρκέων φίλοις, ἐχθροῖσι τραχὺς ὑπαντιάζει Pae. 2.31

    c. gen.,

    λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος P. 3.86

    εἰ δὲ νόῳ τις ἔχει θνατῳν ἀλαθείας ὁδόν P. 3.103

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.10

    b

    ὁπόταν τις τὺ δ' ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ P. 8.8

    4
    a

    πᾶς τις γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται I. 1.49

    b τις, many a one

    ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει N. 8.24

    c. gen.,

    καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν P. 2.51

    [cf. N. 1.64] ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι, τοὺς δὲ πολυχρύσοις θαλάμοις βιοτά, τέρπεται δὲ καί τις ἐπ οἶδμ ἅλιον ναὶ θοᾷ διαστείβων (bis) fr. 221.
    d each

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον P. 9.116

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω φάος fr. 109. 1. τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι (Mingarelli: ἄν τις τύχῃ codd.) N. 4.91—2. B adj.,
    a a, any

    ὅταν τις βροτήσιος ἀνὴρ αὐτὸν ἀνάγῃ P. 5.2

    ὦναξ, ἑκόντι δ' εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν ἀμφ ἕκαστον ὅσα νέομαι P. 8.68

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.50

    add. neg.,

    πέποιθα δὲ ξένον μή τιν' δαιδαλωσέμεν O. 1.104

    πεῖρας οὔ τι θανάτου O. 2.31

    τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν N. 6.25

    ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4.*
    b some, some sort of

    Μοῖρ' ἐπί τι καὶ πῆμ ἄγει O. 2.37

    αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ O. 6.60

    δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82

    ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος O. 7.45

    εἶπέ τιν' αὐτὸς ὁρᾶν γαῖαν O. 7.62

    τεθμὸς δέ τις ἀθανάτων O. 8.25

    ἔστιν δὲ καί τι θανόντεσσιν μέρος O. 8.77

    σύν τινι μοιριδίῳ παλάμᾳ O. 9.25

    στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ( τινες coni. Sheppard) P. 2.90 μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    καί τινα οἶμον ἴσαμι βραχύν P. 4.247

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν P. 11.39

    σπεῖρέ νυν ἀγλαίαν τινὰ νάσῳ (= ἀγλαίας τι, Radt) N. 1.13

    ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.6

    παθόντες πού τι φιλόξενον ἔργον (cf. C. b.) I. 2.24

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

    ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας Pae. 9.9

    πολέμοιο δὲ σᾶμα φέρεις τινός; Pae. 9.13

    ἐκράνθην ὑπὸ δαιμονίῳ τινὶ ( δείματι e. g. supp. Wil.) Πα.. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι fr. 203. 1.

    εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος O. 6.16

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    [ τις = quidam, cannot be shown to be a valid meaning in Pindar: it is a possibility in the following places, O. 6.82, O. 7.45, O. 9.25, P. 2.90, P. 4.247, N. 9.6, fr. 203. 1, v. supra.]
    c

    εἴ τις εἰ δὲ δή τιν' ἄνδρα ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλειP. 4.145

    εἰ δὲ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.63

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ατληκηκοτας προστύχῃ fr. 42. 5.

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    c. gen., κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4, cf. C. a. C adv., τι
    a c. εἰ, εἴπερ, in any way

    εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.18

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75

    εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν P. 1.90

    εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον N. 7.75

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    b c. που, somehow or other

    καί πού τι καὶ βροτῶν φάτις O. 1.28

    οὔ τί που οὗτος ἈπόλλωνP. 4.87, cf. I. 2.24
    c qualifying vb., somehow

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις N. 6.4

    νέᾳ δ' εὐπραγίᾳ χαίρω τι· τὸ δ ἄχνυμαι to some degree P. 7.18 [ τί οἱ (codd. contra metr.: τῷ Mingarelli.) N. 10.15] D fragg. ]ει τις ἄτερθεν[ Πα. 13. b. 13. ]ιν τοία τις εμ[ Πα. 13. c. 1. τί κέ τις εσχ[ Δ. 4. b. 11. ]και τι πατ[ Θρ. 5. b. 5. ἦν γὰρ τι παλαίφατον[ fr. 140a. 69 (43).

    Lexicon to Pindar > τις

  • 6 ἀμαχανία

    1 despair, helplessness, extremity

    ὑπ' ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον O. 5.14

    εἶδον τὰ πόλλ' ἐν ἀμαχανίᾳ ψογερὸν Ἀρχίλοχον P. 2.54

    σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών P. 9.92

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.26

    ἧλθον ἔταις ἀμαχανίαν ἀλέξων τεοῖσιν ἐμαῖς τε τιμαῖς Pae. 6.10

    pl. desperate situations,

    δύνασαι δὲ βροτο. ῖσιν ἀλκὰν ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν N. 7.97

    Lexicon to Pindar > ἀμαχανία

  • 7 βιόδωρος

    1 life giving

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.26

    Lexicon to Pindar > βιόδωρος

  • 8 Διώνυσος

    Δῐώνῡσος, Διόνῡσος (Διώνυσος, -ου, -οιο; Διονύσου, -ον.) son of Zeus and Semele, god of wine, in whose honour the dithyramb was sung (O. 13.18, fr. 75. 9—12.) companion of Demeter (I. 7.5), called also Bromios, Eriboas, and ?Lyaios. The story of his capture by pirates whom he turned into dolphins (Hom. Hymn. 7), appears to have been treated in fragg. 236, 267. ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ; (Mosc.: Διον- codd.) O. 13.18 ἦρα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκ' εὐρυχαίταν ἄντειλας Διόνυσον; (sc. Θήβα) I. 7.5 τὰν Διωνύσου πολυγαθέα τιμὰν (Boeckh: Διον- codd. Luciani) fr. 29. 5. εἰ καί τι Διω[νύς]ου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος (supp. Nairn: a ref. to the wine of Keos) Pae. 4.25 Διωνύσοιο καρπῷ (i. e. wine: Διον- codd. Athenaei: corr. Boeckh) fr. 124. 3. δενδρέων δὲ νομὸν Διώνυσος πολυγαθὴς αὐξάνοι (Wil.: Διον- codd. Plutarchi) fr. 153. ]Διόνυς[ Δ. 2. 31. ἔντι [δὲ καὶ] θάλλοντος ἐκ κισσοῦ στεφάνων Διο[νύσου μ]αιόμεναι (supp. Hermann, Wil.) Θρ. 3. 3. test., Herodian. 2. 492. 28L. οἱ δ (sc. Διόνυσον λέγουσιν) ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσης τοῦ ὄρους ὠνομάσθαι· ἐπεὶ ἐν τούτῳ ἐγεννήθη, ὡς Πίνδαρος, καὶ ἀνετράφη fr. 85a, = 247 Schr. Herodian 2. 375. 12L. Πίνδαρος δέ φησι λυθίραμμον. καὶ γὰρ Ζεὺς τικτομένου (sc. Διονύσου) ἐπεβόα· λῦθι ῥάμμα fr. 85.

    Lexicon to Pindar > Διώνυσος

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»